Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.17 Dem. 19.20 (English) >>Dem. 19.23

19.19ἐπειδὴ δʼ ἧκεν ἐκκλησία καὶ πρὸς ὑμᾶς ἔδει λέγειν, παρελθὼν Αἰσχίνης οὑτοσὶ πρῶτος ἡμῶν ἁπάντων (καὶ πρὸς Διὸς καὶ θεῶν πειρᾶσθε συνδιαμνημονεύειν ἂν ἀληθῆ λέγω· τὰ γὰρ πάντα τὰ πράγματα λυμηνάμενʼ ὑμῶν καὶ διαφθείρανθʼ ὅλως ταῦτʼ ἐστὶν ἤδη) τοῦ μὲν ἀπαγγέλλειν τι τῶν πεπρεσβευμένων περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρʼ ἠμφεσβήτει μὴ ἀληθῆ λέγειν ἐμέ, μνησθῆναι πάμπληθες ἀπέσχεν, εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοσαῦτʼ ἔχοντας ἀγαθά, ὥσθʼ ἅπαντας ὑμᾶς λαβὼν ᾤχετο. 19.20ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθʼ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαιʼ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετʼ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν τριῶν ἡμερῶν ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδʼ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθʼ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι, 19.21Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματʼ εἰσπραττόμενʼ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ· διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.17 Dem. 19.20 (English) >>Dem. 19.23

Powered by PhiloLogic